Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.349 Joseph. BJ 2.354 (English) >>Joseph. BJ 2.359

2.352φέρε δʼ εἶναι τοὺς Ῥωμαίων ὑπηρέτας ἀνηκέστως χαλεπούς· οὔπω Ῥωμαῖοι πάντες ἀδικοῦσιν ὑμᾶς οὐδὲ Καῖσαρ, πρὸς οὓς αἱρεῖσθε τὸν πόλεμον· οὐδὲ γὰρ ἐξ ἐντολῆς ἥκει τις πονηρὸς ἀπʼ ἐκείνων, οὐδέ γε τοὺς ὑπὸ τὴν ἀνατολὴν οἱ ἀφʼ ἑσπέρας ἐπιβλέπουσιν· ἀλλʼ οὐδὲ ἀκούειν ταχέως τὰ ἐντεῦθεν ἐκεῖ ῥᾴδιον. 2.353ἄτοπον δὲ καὶ διʼ ἕνα πολλοῖς καὶ διὰ μικρὰς αἰτίας τηλικούτοις καὶ μηδὲ γινώσκουσιν μεμφόμεθα πολεμεῖν. 2.354καὶ τῶν μὲν ἡμετέρων ἐγκλημάτων ταχεῖα γένοιτʼ ἂν διόρθωσις· οὔτε γὰρ αὐτὸς ἐπίτροπος μένει διὰ παντός, καὶ τοὺς διαδεξομένους εἰκὸς ἐλεύσεσθαι μετριωτέρους· κινηθέντα δʼ ἅπαξ τὸν πόλεμον οὔτε ἀποθέσθαι ῥᾴδιον δίχα συμφορῶν οὔτε βαστάζειν. 2.355ἀλλὰ μὴν τό γε νῦν ἐλευθερίας ἐπιθυμεῖν ἄωρον, δέον ὑπὲρ τοῦ μηδὲ ἀποβαλεῖν αὐτὴν ἀγωνίζεσθαι πρότερον· γὰρ πεῖρα τῆς δουλείας χαλεπή, καὶ περὶ τοῦ μηδʼ ἄρξασθαι ταύτης ἀγὼν δίκαιος. 2.356 δʼ ἅπαξ χειρωθείς, ἔπειτα ἀφιστάμενος, αὐθάδης δοῦλός ἐστιν, οὐ φιλελεύθερος. τότε τοιγαροῦν ἐχρῆν πάνθʼ ὑπὲρ τοῦ μὴ δέξασθαι Ῥωμαίους ποιεῖν, ὅτε ἐπέβαινεν τῆς χώρας

-- --

Πομπήιος. 2.357ἀλλʼ οἱ μὲν ἡμέτεροι πρόγονοι καὶ οἱ βασιλεῖς αὐτῶν καὶ χρήμασιν καὶ σώμασιν καὶ ψυχαῖς ἄμεινον ὑμῶν πολλῷ διακείμενοι πρὸς μοῖραν ὀλίγην τῆς Ῥωμαίων δυνάμεως οὐκ ἀντέσχον· ὑμεῖς δὲ οἱ τὸ μὲν ὑπακούειν ἐκ διαδοχῆς παρειληφότες, τοῖς πράγμασιν δὲ τῶν πρώτων ὑπακουσάντων τοσοῦτον ἐλαττούμενοι, πρὸς ὅλην ἀνθίστασθε τὴν Ῥωμαίων ἡγεμονίαν;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.349 Joseph. BJ 2.354 (English) >>Joseph. BJ 2.359

Powered by PhiloLogic